[ ]
Phokis — Delphi — 100-50 BC
1 | ἄρχοντος Φιλονίκου, βουλευόντων Εὐκλείδα, Πά- |
τρωνος, Δάμωνος, Στράτωνος, ἀπέδοντο Τιμόξενος | |
καὶ Προξενία, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτῶν | |
Κοσίμου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα | |
5 | αἷς ὀνόματα Ἀφροδισία καὶ Ὀνησίφορον, τιμᾶς |
ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶ- | |
σαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Κλέων | |
Κλεοδάμου, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνὰν | |
Ἀφροδισία καὶ Ὀνησίφορον, ἐφ’ ὧιτε ἐλευθέρας εἶμεν | |
10 | καὶ ἀνεφάπτους τὸν πάντα βίον. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ |
καταδουλισμῶι, βέβαιον παρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν | |
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρα- | |
τυχὼν κύριος ἔστω συλέων ὡς ἐλευθέρας. μάρτυροι· ὅ τε | |
ἱαρεὺς τοῦ Ἀπόλλωνος Ἐμμενίδας· Σάτυρος, Φίλων, [Δρομο]- | |
15 | κλείδας. |