[ ]
Phokis — Delphi — 100-50 BC
| 1 | ἄρχοντος Φιλονίκου, βουλευόντων Εὐκλείδα, Πά- |
| τρωνος, Δάμωνος, Στράτωνος, ἀπέδοντο Τιμόξενος | |
| καὶ Προξενία, συνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτῶν | |
| Κοσίμου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα | |
| 5 | αἷς ὀνόματα Ἀφροδισία καὶ Ὀνησίφορον, τιμᾶς |
| ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶ- | |
| σαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Κλέων | |
| Κλεοδάμου, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνὰν | |
| Ἀφροδισία καὶ Ὀνησίφορον, ἐφ’ ὧιτε ἐλευθέρας εἶμεν | |
| 10 | καὶ ἀνεφάπτους τὸν πάντα βίον. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ |
| καταδουλισμῶι, βέβαιον παρεχέτωσαν τῶι θεῶι τὰν ὠνὰν | |
| οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρα- | |
| τυχὼν κύριος ἔστω συλέων ὡς ἐλευθέρας. μάρτυροι· ὅ τε | |
| ἱαρεὺς τοῦ Ἀπόλλωνος Ἐμμενίδας· Σάτυρος, Φίλων, [Δρομο]- | |
| 15 | κλείδας. |