[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος ἐν Δαυλία Πολυξένου τοῦ Ὀλυμπίωνος |
| μηνὸς δευτέρου, ἐν δὲ Δελφοῖς ἄρχοντος Δαμοσθένεος | |
| μηνὸς Δαιδαφορίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Τ[ι]- | |
| μοκλέος τοῦ Θρασέα, Φιλαιτώλου τοῦ Φαίνιος, γραμματεύ- | |
| 5 | οντος Ἀναξανδρίδα τοῦ Αἰακίδα, ἀπέδοτο Κλεύβουλος |
| Ἀλεξικράτεος Δαυλιεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| ἀνδρεῖον ὧι ὄνομα Ζώπυρος τὸ γένος οἰκογενῆ, τιμᾶς ἀρ- | |
| γυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, κ[αὶ] τὰν τιμὰν ἔχει πᾶσαν, | |
| καθὼς ἐπίστευσε Ζώπυρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐ- | |
| 10 | λεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα |
| χρόνον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιω- | |
| τὴρ κατὰ τὸν νόμον καὶ κατὰ τὸ σύμβολον τᾶς πόλιος· Ἀγη- | |
| σίλαος Ταραντίνου Δελφός. εἰ δέ τις ἅπτοιτο Ζωπύρου ἐπὶ κα- | |
| ταδουλισμώι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ | |
| 15 | τε ἀποδόμενος Κλεύβουλος καὶ ὁ βεβαιωτὴρ Ἀγησίλαος. εἰ |
| δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, <πράκτιμοι ἐόντων> ὅ τε ἀπο- | |
| δόμενος Κλεύβουλος καὶ ὁ βεβαιωτὴρ Ἀγησίλαος κατ[ὰ] | |
| τὸν νόμον τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον. ὁμοίως δὲ | |
| καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
| 20 | Ζώπυρον ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπό- |
| δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀ- | |
| πόλλωνος Ἄρχων καὶ οἱ ἄρχοντες Τιμοκλῆς, Φιλαίτωλος | |
| καὶ ὁ γραμματεὺς Ἀναξανδρίδας καὶ ἰδιῶται Κλέων Κλε[υ- | |
| δ]άμου, Ἁγίων Δρομοκλείδα, Εὐάγγελος, Θρασυκλῆς, Πυ[ῤῥί]- | |
| 25 | ας, Ἄθαμ[βο]ς Ἀθανίωνος. |