[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Θάρρ[υ]ος μηνὸς Παναγυρίου ὡς Ἀμφισσεῖς |
ἄγοντι, ἐν Δελφοῖς δὲ ἄρχοντος Δαμοστράτου μηνὸς | |
Ποιτροπίου, ἀπέδοτο Τέλων καὶ Κλητώ, συνευδοκέον- | |
τος τοῦ υἱοῦ Στράτωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
5 | ἀνδρεῖον ὧι ὄνομα Σῶσος τὸ γένος Καππάδοκα, τιμᾶς ἀρ- |
γυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Σῶσος τῶι θεῶι τὰν | |
ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ | |
πάντων τὸν πάντα χρόνον. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ κα- | |
τὰ τὸ σύμβολον· Φιλόξενος Δωροθέου Ἀμφισσεύς. ἁ δὲ προ- | |
10 | τερασία ὠνὰ ἁ γενομένα Σώσου τῶι Ἀπόλλωνι ἐπὶ ἄρχον- |
τος ἐν Δελφοῖς Θρ[α]συκλέος καὶ τὰ ἐν τᾶι ὠνᾶι ποτιγεγραμμέ- | |
να ὥσστε παραμεῖναι Σῶσον παρὰ Τέλωνα καὶ Κλητὼ ἇς | |
κα ζώωντι ἀτελὴς καὶ ἀρμένα ἔστω. μάρτυροι· οἱ ἱερεῖς | |
τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ ὁ ἄρχων Πυῤ- | |
15 | ῥίας Ἀρχελάου καὶ Ἀμφισσεῖς Χαρίξενος Ἐκεφύλου, |
Πολύκριτος, Ἀριστόδαμος Καλλικλέος, Εὐθύδαμος Πο- | |
λύκριτου, Δωρόθεος Τιμασίου, Δημήτριος Μονίμου. τὰν | |
ὠνὰν φυλάσσοντι οἵ τε ἱερεῖς Πραξίας καὶ Ἀνδρό- | |
νικος καὶ Ἀμφισσεῖς Πολύκριτος, [Χαρί]ξεν[ος] | |
20 | Ἐκεφύλου. |