[ ]
Phokis — Delphi — 194 BC
1 | στραταγέοντος Δικαιάρχου Τριχονέος μηνὸς Ἀγυείου, |
ἐν Δελφοῖς δὲ ἄρχοντος Διοδώρου μηνὸς Ἡρακλείου, | |
ἐπὶ τοῖσδε ἀπέδοντ[ο] Ἀμεινώ, Ἁρμυλὶς Ἀμφισσίδες τῶι Ἀπόλ- | |
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρχὼ καὶ τὸν υἱὸν | |
5 | αὐτᾶς Ἀρκίσωνα οἰκογενεῖς, τιμᾶς ἀργυρίου μνᾶν πέντε, |
καθὼς ἐπίστευσαν Ἀρχὼ καὶ Ἀρκίσων τῶι θεῶι τὰν ὠνάν, | |
ἐφ’ ὧι αὐτοὺς ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους, ποέοντας | |
ὅ κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· | |
Καλλικράτης Μινάκου Ἀμφισσεύς. μάρτυρες· οἱ ἱερεῖς Ξένων, | |
10 | Ἄθαμβος· Δίων, Δαμοχάρης, Στράτων Δελφοί, Νικόδαμος, |
Ἀγάσανδρος Ἀμφισσεῖς. |