[ ] Phokis — Delphi — 194 BC
1 στραταγέοντος Δικαιάρχου Τριχονέος μηνὸς Ἀγυείου,
ἐν Δελφοῖς δὲ ἄρχοντος Διοδώρου μηνὸς Ἡρακλείου,
ἐπὶ τοῖσδε ἀπέδοντ[ο] Ἀμεινώ, Ἁρμυλὶς Ἀμφισσίδες τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρχὼ καὶ τὸν υἱὸν
5 αὐτᾶς Ἀρκίσωνα οἰκογενεῖς, τιμᾶς ἀργυρίου μνᾶν πέντε,
καθὼς ἐπίστευσαν Ἀρχὼ καὶ Ἀρκίσων τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧι αὐτοὺς ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους, ποέοντας
ὅ κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν·
Καλλικράτης Μινάκου Ἀμφισσεύς. μάρτυρες· οἱ ἱερεῖς Ξένων,
10 Ἄθαμβος· Δίων, Δαμοχάρης, Στράτων Δελφοί, Νικόδαμος,
Ἀγάσανδρος Ἀμφισσεῖς.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants