[ ]
Phokis — Delphi — 194 BC
| 1 | στραταγέοντος Δικαιάρχου Τριχονέος μηνὸς Ἀγυείου, |
| ἐν Δελφοῖς δὲ ἄρχοντος Διοδώρου μηνὸς Ἡρακλείου, | |
| ἐπὶ τοῖσδε ἀπέδοντ[ο] Ἀμεινώ, Ἁρμυλὶς Ἀμφισσίδες τῶι Ἀπόλ- | |
| λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρχὼ καὶ τὸν υἱὸν | |
| 5 | αὐτᾶς Ἀρκίσωνα οἰκογενεῖς, τιμᾶς ἀργυρίου μνᾶν πέντε, |
| καθὼς ἐπίστευσαν Ἀρχὼ καὶ Ἀρκίσων τῶι θεῶι τὰν ὠνάν, | |
| ἐφ’ ὧι αὐτοὺς ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους, ποέοντας | |
| ὅ κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· | |
| Καλλικράτης Μινάκου Ἀμφισσεύς. μάρτυρες· οἱ ἱερεῖς Ξένων, | |
| 10 | Ἄθαμβος· Δίων, Δαμοχάρης, Στράτων Δελφοί, Νικόδαμος, |
| Ἀγάσανδρος Ἀμφισσεῖς. |