[ ]
Phokis — Delphi — 180 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Θόα Τριχονέος τὸ τρίτον μηνὸς Ἱπποδρομί- |
| ου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἀνδρονίκου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀντιφά- | |
| νης Δαμέα Μυανεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Παρθένα, | |
| τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Παρθένα τῶι θεῶι τὰν ὠνάν, | |
| 5 | ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν αὐτὰν καὶ ἀνέφαπτον ἀπὸ πάντων. βεβαιωτὴρ κατὸν |
| νόμον καὶ τὰν συμβολάν· Πολύων Σίμωνος Δελφός. μάρτυρε{ι}ς {²⁶μάρτυρες}²⁶· τῶν ἀρχόντων | |
| Δαμένης καὶ ὁ προστάτας Δαμοχάρης καὶ ἰδιῶται Ἀνδρόνικος Φρικίδα, Αἰακίδας | |
| Φιλαιτώλου, Χαρίξενος Ἀμυνέα, Ζώπυρος Δελφοί, Καλλίξενος Εὐαρχίδα, Πασέας | |
| Δάμωνος Μυανεῖς. |