[ ]
Phokis — Delphi — 193 BC
1 | στραταγέοντος Θόα τὸ δεύτερον μηνὸς Ὁμολωΐου, ἐν Δελφοῖς δὲ |
ἄρχοντος Πειθαγόρα μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοντο Καλλι- | |
κράτης καὶ Τιμαγόρα Πλυγονεῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα | |
γυναικεῖα δύο αἷς ὀνόματα Ἀριστώ, Πλειστὼ καὶ ἀνδρεῖα δύο οἷς | |
5 | ὀνόματα Τιμάγορος, Τίμων, τιμᾶς ἀργυρίου μνᾶν δεκαέξ. βεβαι- |
ωτῆρες κατὰ τὸ νόμον καὶ τὰν συμβολάν· Πατρέας Δελφός, Λύ- | |
κος Κάλλωνος Πλυγονεύς. παραμενόντων δὲ Ἀριστώ, Πλειστώ, | |
Τιμάγορος, Τίμων, παρὰ Καλλικράτη καὶ Τιμαγόραν ποέοντες | |
τὸ ποτιτασσόμενον τὸ δυνατὸν ἄχρι κα ζώηι Καλλικράτης | |
10 | καὶ Τιμαγόρα. εἰ δέ τί κα πάθωντι Καλλικράτης καὶ Τιμαγόρα, |
τοῦ θεοῦ ἔστων Ἀριστώ, Πλειστώ, Τιμάγορος, Τίμων, ἐλεύθεροι | |
ὄντες, κυριεύοντες αὐτοσαυτῶν καὶ ποιέοντες ὅ κα θέλωντι | |
τὸν πάντα βίον, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. βέβαι- | |
ον δὲ παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Καλλι- | |
15 | κράτης καὶ Τιμαγόρα καὶ οἱ βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ |
κατὰ τὰν συμβολάν. εἰ δέ τίς κα ἅπτηται Πλειστοῦς, Ἀριστοῦς, | |
Τιμαγόρου, Τίμωνος, κύριοι ἔστων οἱ ἀντιτυχάνοντες συλέ- | |
οντες ὡς ἐλευθέρων ὄντων, καθὼς ἐπίστευσαν τῶι θεῶι | |
τὰν ὠνάν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας. εἰ δέ τί κα | |
20 | πάθωντι Καλλικράτης καὶ Τιμαγόρα, τὰ ὑπάρχοντα ἔστων |
Ἀριστοῦς, Πλειστοῦς, Τιμαγόρου, Τίμωνος. μάρτυρες· τοὶ ἱε- | |
ρεῖς Ξένων, Ἄθαμβος, ἰδιῶται Δαμοχάρης Δελφός, Κλέων | |
Περδίκκα, Εὐκλείδας, Δίων Πλυγονεῖς. |