[ ]
Phokis — Delphi — 193 BC
| 1 | στραταγέοντος Θόα τὸ δεύτερον μηνὸς Ὁμολωΐου, ἐν Δελφοῖς δὲ |
| ἄρχοντος Πειθαγόρα μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοντο Καλλι- | |
| κράτης καὶ Τιμαγόρα Πλυγονεῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα | |
| γυναικεῖα δύο αἷς ὀνόματα Ἀριστώ, Πλειστὼ καὶ ἀνδρεῖα δύο οἷς | |
| 5 | ὀνόματα Τιμάγορος, Τίμων, τιμᾶς ἀργυρίου μνᾶν δεκαέξ. βεβαι- |
| ωτῆρες κατὰ τὸ νόμον καὶ τὰν συμβολάν· Πατρέας Δελφός, Λύ- | |
| κος Κάλλωνος Πλυγονεύς. παραμενόντων δὲ Ἀριστώ, Πλειστώ, | |
| Τιμάγορος, Τίμων, παρὰ Καλλικράτη καὶ Τιμαγόραν ποέοντες | |
| τὸ ποτιτασσόμενον τὸ δυνατὸν ἄχρι κα ζώηι Καλλικράτης | |
| 10 | καὶ Τιμαγόρα. εἰ δέ τί κα πάθωντι Καλλικράτης καὶ Τιμαγόρα, |
| τοῦ θεοῦ ἔστων Ἀριστώ, Πλειστώ, Τιμάγορος, Τίμων, ἐλεύθεροι | |
| ὄντες, κυριεύοντες αὐτοσαυτῶν καὶ ποιέοντες ὅ κα θέλωντι | |
| τὸν πάντα βίον, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. βέβαι- | |
| ον δὲ παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Καλλι- | |
| 15 | κράτης καὶ Τιμαγόρα καὶ οἱ βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ |
| κατὰ τὰν συμβολάν. εἰ δέ τίς κα ἅπτηται Πλειστοῦς, Ἀριστοῦς, | |
| Τιμαγόρου, Τίμωνος, κύριοι ἔστων οἱ ἀντιτυχάνοντες συλέ- | |
| οντες ὡς ἐλευθέρων ὄντων, καθὼς ἐπίστευσαν τῶι θεῶι | |
| τὰν ὠνάν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας. εἰ δέ τί κα | |
| 20 | πάθωντι Καλλικράτης καὶ Τιμαγόρα, τὰ ὑπάρχοντα ἔστων |
| Ἀριστοῦς, Πλειστοῦς, Τιμαγόρου, Τίμωνος. μάρτυρες· τοὶ ἱε- | |
| ρεῖς Ξένων, Ἄθαμβος, ἰδιῶται Δαμοχάρης Δελφός, Κλέων | |
| Περδίκκα, Εὐκλείδας, Δίων Πλυγονεῖς. |