[ ] Phokis — Delphi — 193 BC
1 στραταγέοντος Θόα τὸ δεύτερον μηνὸς Ὁμολωΐου, ἐν Δελφοῖς δὲ
ἄρχοντος Πειθαγόρα μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοντο Καλλι-
κράτης καὶ Τιμαγόρα Πλυγονεῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα
γυναικεῖα δύο αἷς ὀνόματα Ἀριστώ, Πλειστὼ καὶ ἀνδρεῖα δύο οἷς
5 ὀνόματα Τιμάγορος, Τίμων, τιμᾶς ἀργυρίου μνᾶν δεκαέξ. βεβαι-
ωτῆρες κατὰ τὸ νόμον καὶ τὰν συμβολάν· Πατρέας Δελφός, Λύ-
κος Κάλλωνος Πλυγονεύς. παραμενόντων δὲ Ἀριστώ, Πλειστώ,
Τιμάγορος, Τίμων, παρὰ Καλλικράτη καὶ Τιμαγόραν ποέοντες
τὸ ποτιτασσόμενον τὸ δυνατὸν ἄχρι κα ζώηι Καλλικράτης
10 καὶ Τιμαγόρα. εἰ δέ τί κα πάθωντι Καλλικράτης καὶ Τιμαγόρα,
τοῦ θεοῦ ἔστων Ἀριστώ, Πλειστώ, Τιμάγορος, Τίμων, ἐλεύθεροι
ὄντες, κυριεύοντες αὐτοσαυτῶν καὶ ποιέοντες ὅ κα θέλωντι
τὸν πάντα βίον, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. βέβαι-
ον δὲ παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Καλλι-
15 κράτης καὶ Τιμαγόρα καὶ οἱ βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ
κατὰ τὰν συμβολάν. εἰ δέ τίς κα ἅπτηται Πλειστοῦς, Ἀριστοῦς,
Τιμαγόρου, Τίμωνος, κύριοι ἔστων οἱ ἀντιτυχάνοντες συλέ-
οντες ὡς ἐλευθέρων ὄντων, καθὼς ἐπίστευσαν τῶι θεῶι
τὰν ὠνάν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας. εἰ δέ τί κα
20 πάθωντι Καλλικράτης καὶ Τιμαγόρα, τὰ ὑπάρχοντα ἔστων
Ἀριστοῦς, Πλειστοῦς, Τιμαγόρου, Τίμωνος. μάρτυρες· τοὶ ἱε-
ρεῖς Ξένων, Ἄθαμβος, ἰδιῶται Δαμοχάρης Δελφός, Κλέων
Περδίκκα, Εὐκλείδας, Δίων Πλυγονεῖς.
Search Help
Contact Us