[ ] Phokis — Delphi — 176 BC
1 στραταγέοντος Νικάνδρου
Τριχονιέος τὸ τρίτον μηνὸς
Ἱπποδρομίου, ἐν Δελφοῖς δὲ
ἄρχοντος Μελισσίωνος
5 μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀ-
πέδοτο Νικόστρα[τ]ος Ἀλέξω-
νος Ποταναῖος τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα ἀν-
δρεῖον ὧι ὄνομα Πρωτέας ἐνδο-
10 γενῆ, τιμᾶς ἀργυρίου μνᾶν
τριῶν, καθὼς ἐπίστευσε
Πρωτέας τῶι θεῶ[ι] τὰν ὠνάν,
ἐφ’ ὧιτε {ε} ἐλεύθερος εἶμεν καὶ
ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν-
15 τα χρόνον, ποέων ὅ κα θέληι.
βεβαιωτήρ· Δαμένης.
μάρτυρες· τοὶ ἱερεῖς Ἄθαμ-
βος, Ἀμύντας καὶ τῶν ἀρ-
χόντων Ἀνδρόνικος, Ἀρι-
20 στίων, ἰδιῶται Μαντίας,
Δαμοχάρης, Δαμοσθένης,
Νίκων.
Search Help
Contact Us