[ ]
Phokis — Delphi — 174 BC
1 | ἄρχοντος Ἀρχελάου μηνὸς |
Θευξενίου, ἐπὶ τοῖσδε ἀπέ- | |
δοτο Ξενοφάνεια Κλεοδά- | |
μου, συνεπαινέοντος καὶ | |
5 | τοῦ υἱοῦ Κλεοδάμου, σῶμα |
γυναικεῖον ἇι ὄνομα Κλύτα, | |
τιμᾶς ἀργυρίου μνᾶν ἕξ, κα- | |
θὼς ἐπίστευσε Κλύτα | |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
10 | τε ἐλευθέρα εἶμεν καὶ ἀνέ- |
φαπτος τὸμ πάντα βίον, | |
ποιέουσα ὅ κα θέληι. βεβαι- | |
ωτὴρ κατὰ τὸν νόμον τᾶς | |
πόλιος· Εὐκράτης Καλλί- | |
15 | [κ]ωνος. μάρτυρες· ὁ ἱερεὺς |
τοῦ Ἀπόλλωνος Ἀμύντας | |
καὶ τοὶ ἄρχοντες Ταραν- | |
τῖνος, Καλλίας, Ἀρχέλα- | |
ος, ἰδιῶται Ἄθαμβος | |
20 | Ἀθανίωνος, Εὐκράτης |
Καλλίκωνος, Γλα[ῦ]κος | |
Ἡρακ[λ]είδα. |