[ ]
Phokis — Delphi — 187/86 BC
1 | ἄρχ[οντο]ς Πισιλάου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε |
ἀπέ[δοτο] Φίδιον Εὐκλέος Δελφίς, συνεπαινεούσας | |
Εὐκλ[είας] τᾶς Δαμοκράτευς θυγατρὸς Δελφίδος, τῶι | |
Ἀπόλ[λω]νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωτήρι- | |
5 | χος, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευσε Σωτή- |
[ριχ]ος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ | |
[ἀν]έφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιέοντα ὅ κα θέ- | |
ληι. βεβαιω{ι}τῆρες {²⁶βεβαιωτῆρες}²⁶ κατὰ τὸν νόμον· Δαμοκράτης Καλλιγέ- | |
νευς, Δίων Κλέωνος Δελφοί. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀ- | |
10 | πόλλωνος Ξένων, Ἄθανβος καὶ τοὶ ἄρχοντες Ξένων, |
Θεόφραστος, Ἀριστοτέλης, ἰδιῶται Πράοχος, Καλ- | |
λίστρατος, Καλλικλῆς, Ἀριστόμαχος. |