[ ]
Phokis — Delphi — 178/177 BC
| 1 | στραταγέοντος Λυκίσκου Στρατίου μηνὸς Δίου, ἐν Δελ- |
| φοῖς δὲ ἄρχοντος Πραξία μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ- | |
| δε ἀπέδοντο Ἀρχέδαμος, Μένανδρος Διοτίμου Ἀμφισ- | |
| σεῖς σῶμα γυναικεῖον ἇι ὄνομα Ἀριστὼ τῶι Ἀπόλλω[νι] | |
| 5 | τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, ὥστε ἐλευθέραν |
| εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα χρόνον, | |
| καθὼς ἐπίστευσε τὰν ὠνάν τῶι Ἀπόλ<λ>ωνι, διατρίβειν τε | |
| Ἀριστὼ εἷ κα αὐτὰ θέληι. βεβαιωτὴρ κατὰ τὰν συμβολάν· | |
| Λύκος Νικομάχου Ἀμφισσεύς. μάρτυροι· [οἱ] ἱερεῖς | |
| 10 | τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας, ἰδιῶται |
| Χαρίξενος, Ξένων, Ἀνδρόνικος, Πραξίας | |
| Δελφοί, Εὐτυχ[ίδα]ς, Καλλίας, Ξένανθος, | |
| Ἀριστοκράτης Ἀμφισσεῖς. |