[ ]
Phokis — Delphi — 196/195 BC
| 1 | στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον μηνὸς Δίου, ἐν Δελφοῖς δὲ |
| ἄρχοντος Ὀρθαίου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἐχεκλῆς, Μενὼι ἁ γυνὰ | |
| Ἐχεκλέος Πλυγονεῖς Ἡράκλειαν τὸ γένος Λάκαιναν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, | |
| ἀργυρίου μνᾶν ἓξ στατήρων δεκαπέντε, καθὼς ἐπίστευσε Ἡράκλεια | |
| 5 | τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποιέουσαν ὅ κα θέ[λ]ηι. |
| βεβαιωτὴρ κατὸν νόμον· πρόξενος Εὐθύλλου Ἀμφισσεύς. μ[ά]ρτυρες ὁ [ἱερ]εὺς | |
| Ἄθαμβος· Ἄγρων Δελφός, Ἄρχων, Ἀντικλῆς, Ἀγέας Πλυγονεῖς, | |
| Δαμοφάνης, Μένανδρος, Τολμίδας Ἀμφισ<σ>εῖς. |