[ ] Phokis — Delphi — 196/195 BC
1 στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον μηνὸς Δίου, ἐν Δελφοῖς δὲ
ἄρχοντος Ὀρθαίου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἐχεκλῆς, Μενὼι ἁ γυνὰ
Ἐχεκλέος Πλυγονεῖς Ἡράκλειαν τὸ γένος Λάκαιναν τῶι Ἀπόλλωνι τῶι Πυθίωι,
ἀργυρίου μνᾶν ἓξ στατήρων δεκαπέντε, καθὼς ἐπίστευσε Ἡράκλεια
5 τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποιέουσαν ὅ κα θέ[λ]ηι.
βεβαιωτὴρ κατὸν νόμον· πρόξενος Εὐθύλλου Ἀμφισσεύς. μ[ά]ρτυρες ὁ [ἱερ]εὺς
Ἄθαμβος· Ἄγρων Δελφός, Ἄρχων, Ἀντικλῆς, Ἀγέας Πλυγονεῖς,
Δαμοφάνης, Μένανδρος, Τολμίδας Ἀμφισ<σ>εῖς.
Search Help
Contact Us