[ ] Phokis — Delphi — 196 BC
1 στραταγέοντος Ἀλεξομενοῦ μηνὸς Ἱπποδρομίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἐμμενίδα μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Ξουθίας Δαμοτίμου Πλυγονεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι Ἡδίσταν τὸ γένος Βρεττίαν, ἀργυρίου
μνᾶν τριῶν καὶ ἡμιμναίου, καθὼς ἐπίστευσε Ἡδίστα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποέ-
ουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Σέλευκος Ἐπινίκου, Μάχων Λοχάγου Πλυγονεῖς, Ἀρχέλαος
5 Πυθοφάνεος Δελφός. μάρτυροι· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος· Ἐμμενίδας, Ἁγίων, Πράοχος, Ἀρχιάδας Δελφοί, Σῶσος
Ξενοφῶντος, Λεοντομένης Φαινομάχου Πλυγονεῖς.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants