[ ]
Phokis — Delphi — 196 BC
| 1 | στραταγέοντος Ἀλεξομενοῦ μηνὸς Ἱπποδρομίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἐμμενίδα μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε |
| ἀπέδοτο Ξουθίας Δαμοτίμου Πλυγονεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι Ἡδίσταν τὸ γένος Βρεττίαν, ἀργυρίου | |
| μνᾶν τριῶν καὶ ἡμιμναίου, καθὼς ἐπίστευσε Ἡδίστα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποέ- | |
| ουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Σέλευκος Ἐπινίκου, Μάχων Λοχάγου Πλυγονεῖς, Ἀρχέλαος | |
| 5 | Πυθοφάνεος Δελφός. μάρτυροι· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος· Ἐμμενίδας, Ἁγίων, Πράοχος, Ἀρχιάδας Δελφοί, Σῶσος |
| Ξενοφῶντος, Λεοντομένης Φαινομάχου Πλυγονεῖς. |