[ ] Phokis — Delphi — 186 BC
1 ἄρχοντος Νικοβούλου μηνὸς Βουκατίου, ἐπὶ το[ῖσ]-
δε ἀπέδοτο Μενέστας τῶι Ἀπόλλωνι σῶμα
γυναικεῖον ἇι ὄνομα Γνωσιφίλα τὸ γένος ἐξ
Σπερχειᾶν, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων.
5 βεβαιωτήρ· Χαρίξενος Ἀμυνέα. καθὼς ἐπίστευ-
σε Γνωσιφίλα τῶι θεῶι τὰν ὠνάν. παραμεινά-
τω δὲ Γνωσιφίλα παρὰ Μενέσταν ἄχρι κα ζώηι
ποέουσα τὰ δυνατὰ ἀνεγκλήτως. εἰ δέ κα πάθη τι Μενέ-
στας, ἀποτρεχέτω ἐλευθέρα Γνωσιφίλα ὅπαι κα
10 θέληι. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ
ἄρχοντες Εὐκλείδας, Ξενόστρατος, ἰδιῶ[τ]αι Δίων,
Κλεόδαμος, Δαμοχάρης, Εὐκράτης, Πολέμαρχος, Μέ[νη]ς.
Search Help