[ ]
Phokis — Delphi — 180 BC
1 | [ἄρχ]οντος ἐν Δελφοῖς Μαντία τοῦ Πολύ- |
ωνος μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
Δαμ[όφιλ]ος Διονυσοδώρου Θηβαῖος τῶι Ἀπόλ- | |
λωνι τ[ῶι] Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα | |
5 | Καρίων, τιμᾶς ἀργυρίου δραχμῶν Αἰγιναίων χιλί- |
ων ἑκατὸν πεντήκοντα, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, {κα} | |
καθὼς ἐπίστευσε Καρίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε | |
ἐλεύθερος εἶναι καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν- | |
τα βίον, ποιέων ὃ ἂν θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· | |
10 | Χαρίξενος Ἀμυνέα, Μνάσων Ξένωνος Δελφοί, |
Ἀγαθοκλῆς Ἀντιχάρους [․․8-9․․․]. εἰ δέ τίς κα ἅπτηται | |
Καρίωνος φάμενος ὠνὰν ἔχειν, βέβαιον παρε- | |
χόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Δαμόφιλος καὶ οἱ βεβαι- | |
ωτῆρες· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον· ὁμοί- | |
15 | ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλεύθε- |
ρον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. | |
μάρτυρες· τοὶ ἱερεῖς {αθ} Ἄθαμβος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Διόδωρος, Ξένων, | |
Σωσίνικος, ἰδιῶται Μαντίας Φιλαιτώλου, Παναίτωλος Φιλαιτώλου, Καλλίκων Εὐκράτους. |