[ ]
Phokis — Delphi — 180 BC
| 1 | [ἄρχ]οντος ἐν Δελφοῖς Μαντία τοῦ Πολύ- |
| ωνος μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
| Δαμ[όφιλ]ος Διονυσοδώρου Θηβαῖος τῶι Ἀπόλ- | |
| λωνι τ[ῶι] Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα | |
| 5 | Καρίων, τιμᾶς ἀργυρίου δραχμῶν Αἰγιναίων χιλί- |
| ων ἑκατὸν πεντήκοντα, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, {κα} | |
| καθὼς ἐπίστευσε Καρίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε | |
| ἐλεύθερος εἶναι καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν- | |
| τα βίον, ποιέων ὃ ἂν θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· | |
| 10 | Χαρίξενος Ἀμυνέα, Μνάσων Ξένωνος Δελφοί, |
| Ἀγαθοκλῆς Ἀντιχάρους [․․8-9․․․]. εἰ δέ τίς κα ἅπτηται | |
| Καρίωνος φάμενος ὠνὰν ἔχειν, βέβαιον παρε- | |
| χόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Δαμόφιλος καὶ οἱ βεβαι- | |
| ωτῆρες· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον· ὁμοί- | |
| 15 | ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλεύθε- |
| ρον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. | |
| μάρτυρες· τοὶ ἱερεῖς {αθ} Ἄθαμβος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Διόδωρος, Ξένων, | |
| Σωσίνικος, ἰδιῶται Μαντίας Φιλαιτώλου, Παναίτωλος Φιλαιτώλου, Καλλίκων Εὐκράτους. |