[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δεξώνδα τοῦ Δάμωνος μηνὸς Ἰλαί- |
| ου, ἐπὶ τοῖσδε ἀπέδοτο Λέαινα τῶι Ἀπόλλω{ι}- | |
| νι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὔκλε- | |
| α, τιμᾶς ἀργυρίου μνᾶν δύο ἡμιμναίου, καὶ τὰν | |
| 5 | τιμὰν ἔχει πᾶσαν, συνευδοκεούσας καὶ |
| τᾶς θυγατέρος αὐτᾶς Φιλοκ[ρ]ατείας, καθὼς ἐπίσ- | |
| τευσε τὰν ὠνὰν τῶι θεῶι Εὔκλεα, ἐφ’ ὅτωι ἐλευ- | |
| θέρα εἶμεν καὶ ἀνέφαπτος τὸν πάντα χρόνον ἀ- | |
| πὸ πάντων καὶ ἀποτρέχουσα οἷς κα θέλη. βε- | |
| 10 | βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἁγί- |
| ων Κλεοδάμου. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀ- | |
| πόλλωνος Ἀνδρόνικος Φρικίδα, Πραξίας Εὐδό- | |
| κου· Σώστρατος Σωτύλου· Πολύκλειτος Κλεοδά- | |
| μου, Καλλείδας Εὐκλείδα, Μένων Σω[τ]ίμου, Διονύ- | |
| 15 | σιος Ἀστοξένου, Ἰατάδας, Ἄσανδρος, Πολίτας Ἀ- |
| σάνδρου. |