[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Ἀρχία τοῦ Ἀρχελάου μηνὸς Ἡρακλήου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀλκε- |
| νείδας Εὐφρονίου τῶι Ἀπόλ<λ>ωνι τῶι Πυθίωι σῶμα ἀνδρῆον παιδάριον ὧι ὄ- | |
| νομα Λυσίας, τειμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευσε Λυσίας τῶι θεῶι τὰν ὠ- | |
| νάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέων ὅ κα | |
| 5 | θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Εὐκράτης Καλ- |
| λίκωνος. εἰ δέ τις ἐφάπτοιτο Λυσία ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόν- | |
| τω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀλκενείδας καὶ ὁ βε- | |
| βαιωτὴρ Εὐκράτης. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν- | |
| των συλέ<ο>ντες ὡς ἐλεύθερον ἐόντα. μάρτυροι· τοὶ ἱερεῖς τοῦ | |
| 10 | Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας καὶ οἱ ἄρχοντες Ἐμμενίδας |
| Καλλία, Ξενόκριτος, Δρομοκλείδας καὶ ἰδιῶται Εὐκρά- | |
| της Καλλίκωνος, Πράοχος, Νικάσιππος Νίκωνος, Ἀρίστων Ὀρ- | |
| θαγόρα, Τιμόκριτος. |