[ ]
Phokis — Delphi — 140-100 BC
1 | [ἄρ]χοντος Κλεώ[ν]δα τοῦ Μενεκ[— — —] |
[μ]ηνὸς Ἀπελλαίου, [β]ουλευό[ν]των [τὰν πρ]- | |
ώτα<ν> ἑξάμηνον Ἁγ<ί>ωνος τοῦ [Κλεοδά]- | |
μου, Πάτρω<ν>ος τοῦ Ἰατάδα, γραμμα- | |
5 | [τεύο]ντος δὲ τᾶς βουλᾶς Αἰνέα {²⁷Ἀριστέα?}²⁷ τοῦ Φίλω<ν>ος, ἐπὶ τοῖ- |
[σδε ἀπέ]δοτο Ξενὶς Μενεστράτου, συνευδοκεόν- | |
τω[ν κ]αὶ τῶν υἱῶν αὐτᾶς Εὐκλείδα καὶ Μενε- | |
στρ[άτο]υ, τῶι Ἀπόλλωνι σῶμα ἀνδρεῖον παιδάριον οἰκογε- | |
νὲς ὧι ὄνομα Κάρπος, τιμᾶς ἀργυρίου μνᾶν δέ- | |
10 | κα, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- |
[σε] Κάρπος τῶι θεῶι τὰν ὠνάν, [ἐ]φ’ ᾧτε ἐλεύθερος | |
[εἶμε]ν καὶ ἀνέφα<π>τον ἀπὸ πάντων τὸν πάντα βίον, | |
[ποιο]ῦντα ὅ κα θέλῃ καὶ ἀποτρ[έ]χοντα οἷς κα θέλῃ. βε- | |
[β]αιωτὴρ κατὰ τοὺς νόμους τᾶς πό- | |
15 | [λι]ος· Λαιάδας Βαβύλου. εἰ δέ τις ἐφάπ- |
τοιτο Κάρπου ἐπὶ καταδουλι[σ]μῶι, βέβαιον | |
παρεχόντω τὰν ὠνὰν ἅ τε ἀποδομένα [Ξ]ε- | |
νὶς καὶ ὁ βεβαιωτὴρ Λαιάδας· κύριος <δ>ὲ ἔστω καὶ ἄλ- | |
λος ὁ παρατυχ<ὼ>ν συλέων Κάρπον [ὡς] ἐλεύθερον [ὄν- | |
20 | [τα] ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας |
[καὶ] ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος Ἄρχων Καλλία, Ἄθ[α]μβος Ἁβρομάχου | |
καὶ ὁ νεωκόρος Ἀτεισίδας καὶ ἰδιῶται Τιμοκρά- | |
της Εὐκράτεος, Πεισίστρατος Βούλωνος· | |
25 | Ἁγίων Κλεοδάμου· Δαμόστρα[τ]ος |
Μενεστράτου. |