[ ] Phokis — Delphi — 188 BC
1 ἄρχοντος Κλευδάμου τοῦ Πολυκλείτου μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φίλων Τελε-
σάρχου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἄνα τὸ γένος Ἰλλυράν,
τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Ἄνα τῶι θε͂ωι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν
καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἐτυμώνδας Εὐκλέ-
5 ος, Ἀγάθων Ἀθάμβου Δελφοί. παραμεινάτω δὲ Ἄνα παρὰ Φίλωνα ἄχρι κα ζώηι Φίλων ποέουσα
τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ δέ τί κα μὴ ποιῆι Ἄνα τῶν ποτι-
[τ]ασσομένων ὑπὸ Φίλωνος καθὼς γέγραπται δυνατὰ οὖσα, ἐξέστω Φίλωνι κολάζειν
καθώς κα αὐτὸς θέληι καὶ ἄλλωι ὑπὲρ Φίλωνα ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας
δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθηι Φίλων, ἐλευθέρα ἔστω Ἄνα κυριεύουσα αὐτο-
10 σαυτᾶς καὶ ποέουσα ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτη-
ται Ἄνας τελευτάσαντος Φίλωνος, βέβαιον παρεχόντω οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν
ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέον-
τες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας.
μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος, ἰδιῶται Χαρίξενος Ἀμυνέα, Ἁβρόμαχος, Πράξων  Μαν-
15 τία, Δίων Κλέωνος, Κράτων Νικοδάμου, Ἁγίων Ἁγίωνος, Δαμοχάρης Καλλείδα.
Search Help