[ ]
Phokis — Delphi — 189 BC
| 1 | ἄρχοντος Καλλικράτεος μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πολυξένα Κράτωνος τῶι |
| Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Μιλησία, τιμᾶς ἀργυρίου τριῶν ἡμιμναί- | |
| ων, καθὼς ἐπίστευσε Μιλησία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὰν ἐλευθέραν εἶμεν καὶ | |
| ἀνέφαπτον ἀπὸ πάντων, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Παρνάσσιος | |
| 5 | Κλέωνος. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ βουλευταὶ Γλαῦκος, Δεξικρά- |
| της, Καλλίας, ἰδιῶται Δαμοχάρης, Κράτων Φρικίδα, Εὐκλείδας, Ἄνδρων, Σώπολις. | |
| τὰν τιμὰν ἔχει. |