[ ]
Phokis — Delphi — 195 BC
1 | στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον μηνὸς Ὁμολωΐου, |
ἐν Δελφοῖς δὲ ἄρχοντος Ὀρθαίου τοῦ Μαντία μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
Πολύξενος Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
Κλεοπάτρα, συνευδοκεόντων τῶν υἱῶν τῶν Πολυξένου Ἀρίστωνος, | |
5 | Πολυξενίδα, |
ἀργυρίου μνᾶν τεσσάρων. βεβαιωτῆρες· [— — — —c.15— — — — —] Δαμοφάνης Γενναίου, Φίλων | |
Δαμέα Ἀμφισσεῖς, Νικόδαμος Πεισίλα Δελφός Κλεοπάτρα ἐλευθέρα οὖσα, κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέ- | |
ουσα ὅ κα θέληι τὸμ πάντα βίον, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. βέβαιον δὲ παρεχόν- | |
10 | των τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Πολύξενος καὶ τοὶ βεβαιωτῆρες κατὰ τὸν νόμον. |
εἰ δέ τίς κα ἅπτηται Κλεοπάτρας, κύριοι ἔστων οἱ ἀντιτυ{γ}γχάνοντες {²⁶ἀντιτυγχάνοντες}²⁶ συλέοντες ὡς ἐλευ- | |
θέρας οὔσας, καθὼς ἐπίστευσε τὰν ὠνὰν τῶι θεῶι, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
καὶ ζαμίας. ταῦτα δὲ ἐγένετο ἀνάμεσον τοῦ ναοῦ καὶ τοῦ βωμοῦ. μάρτυροι· ὁ ἱερεὺς Ἄθαμβος· | |
Ἀγάθων, Δαμοχάρης, Θεύξενος, Ἀναξανδρίδας Δελφοί, Ἄλεξις Ξενοδόκου, Νίκανδρος | |
15 | Νίκωνος, Ἀρχέδαμος Σωκρατίδα Ἀμφισσεῖς, Εὔκριτος, Ἀγαθοκλῆς Πλυγονεῖς. |