[ ]
Phokis — Delphi — 195 BC
| 1 | στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον μηνὸς Ὁμολωΐου, |
| ἐν Δελφοῖς δὲ ἄρχοντος Ὀρθαίου μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Τείσων Πλυγο- | |
| νεὺς ἐν Δελφοῖς κατοικέων Ἐργασίωνα τὸν ἴδιον θεράποντα τῶι Ἀπόλλωνι τῶι | |
| Πυθίωι, ἀργυρίου τριῶν μνᾶν, καθὼς ἐπίστευσε τῶι θεῶι Ἐργασίων τὰν ὠνάν, ἐφ’ ὧι | |
| 5 | ἐλεύθερον εἶμεν, ποιεῦντα ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν συμβο- |
| λάν· Κλέανδρος Πλυγονεύς, Νικόδαμος Δελφός. ταῦτα δὲ ἐγένετο πρὸ τοῦ ναοῦ καὶ τοῦ | |
| βωμοῦ. μάρτυροι· Πράοχος, Ταραντῖνος, Ἁβρόμαχος, Θεύφραστος, Κλεόδαμος Δελφοί, | |
| Λέων Ἴσιος, Ἀγέμαχος Ἴσιος, Στράτων Εὐανθεύς. τὰν ὠνὰν ἕξει τῶι θεῶι | |
| Ἁβρόμαχος Δελφός, Λέων Ἴσιος. |