[ ] Phokis — Delphi — 195 BC
1 στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον μηνὸς Ὁμολωΐου,
ἐν Δελφοῖς δὲ ἄρχοντος Ὀρθαίου τοῦ Μαντία μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Πολύξενος Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα
Κλεοπάτρα, συνευδοκεόντων τῶν υἱῶν τῶν Πολυξένου Ἀρίστωνος,
5 Πολυξενίδα,
ἀργυρίου μνᾶν τεσσάρων. βεβαιωτῆρες· [— — — —c.15— — — — —] Δαμοφάνης Γενναίου, Φίλων
Δαμέα Ἀμφισσεῖς, Νικόδαμος Πεισίλα Δελφός Κλεοπάτρα ἐλευθέρα οὖσα, κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέ-
ουσα ὅ κα θέληι τὸμ πάντα βίον, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. βέβαιον δὲ παρεχόν-
10 των τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Πολύξενος καὶ τοὶ βεβαιωτῆρες κατὰ τὸν νόμον.
εἰ δέ τίς κα ἅπτηται Κλεοπάτρας, κύριοι ἔστων οἱ ἀντιτυ{γ}γχάνοντες {²⁶ἀντιτυγχάνοντες}²⁶ συλέοντες ὡς ἐλευ-
θέρας οὔσας, καθὼς ἐπίστευσε τὰν ὠνὰν τῶι θεῶι, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας
καὶ ζαμίας. ταῦτα δὲ ἐγένετο ἀνάμεσον τοῦ ναοῦ καὶ τοῦ βωμοῦ. μάρτυροι· ὁ ἱερεὺς Ἄθαμβος·
Ἀγάθων, Δαμοχάρης, Θεύξενος, Ἀναξανδρίδας Δελφοί, Ἄλεξις Ξενοδόκου, Νίκανδρος
15 Νίκωνος, Ἀρχέδαμος Σωκρατίδα Ἀμφισσεῖς, Εὔκριτος, Ἀγαθοκλῆς Πλυγονεῖς.
Search Help
Contact Us