[ ] Phokis — Delphi — 189 BC
1 ἄρχοντος Καλλικράτεος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοντο Γλαῦκος
Ξένωνος, Θεύξενος Δρομοκλείδα, Ἀνδρομένης Νικάνορος Δελφοὶ
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Δαμὼ οἰκογενῆ,
τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Δαμὼ τῶι θεῶι τὰν ὠνάν,
5 ἐφ’ ὧιτε αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα
βίον, ποέουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Δεξικράτης
Μνασιθέου, Ἐτυμώνδας Εὐκλέος. μάρτυρες· τῶν ἀρχόντων Καλλί-
ας, ἰδιῶται Δαμοχάρης, Εὐκλείδας, Τιμόθεος, Διόδωρος, Χαρίξε-
νος.
Search Help
Contact Us