[ ] Phokis — Delphi — 176 BC
1 ἄρχοντος Μελισσίωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀ-
πέδοντο Καλλίστρατος Ἀθανίωνος, Ξενοκράτης Θευ-
κύδεος σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωκράτης τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐ-
5 πίστευσε Σωκράτης τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧι-
τε αὐτὸν ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ
πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νόμον·
Δαμοκράτης Ἀθανίωνος. μάρτυρες· τοὶ ἱερεῖς Ἄθαμβος,
Ἀμύντας· Εὐκλείδας Καλλε[ί]δα, Κλέων Καλλιγένεος, Δα-
10 μοχάρης, Σωσίας.
Search Help
Contact Us