[ ]
Phokis — Delphi — 197 BC
| 1 | στραταγέοντος Ἀλεξαμενοῦ μηνὸς Ἀθαναίου, ἐν Δελφοῖς δὲ |
| ἄρχοντος Ἐμμενίδα μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Γλαῦκος | |
| Π[λ]υγονεύς, Ἐχεκλῆς Πλυγονεὺς Ἁρμὼ τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καθὼς | |
| 5 | ἐπίστευσε Ἁρμὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν |
| εἶμεν, ποιεῖν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πάτρων | |
| Πλυγονεύς. μάρτυρες· τοὶ ἱερεῖς Ἄθαμβος, Ξένων· Εὐρυμήδης, | |
| Ζηνέας Ἁγνία, Παρνάσσιος Κλέωνος, Νικαγόρας Δελφοί, | |
| Ἄρχιππος [Ν]αυπάκτιος, Χαιρώνδας Ἀμβρύσσιος. |