[ ]
Phokis — Delphi — 176 BC
| 1 | ἄρχοντος Μελισσίωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀ- |
| πέδοντο Καλλίστρατος Ἀθανίωνος, Ξενοκράτης Θευ- | |
| κύδεος σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωκράτης τῶι Ἀπόλ- | |
| λωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐ- | |
| 5 | πίστευσε Σωκράτης τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧι- |
| τε αὐτὸν ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ | |
| πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νόμον· | |
| Δαμοκράτης Ἀθανίωνος. μάρτυρες· τοὶ ἱερεῖς Ἄθαμβος, | |
| Ἀμύντας· Εὐκλείδας Καλλε[ί]δα, Κλέων Καλλιγένεος, Δα- | |
| 10 | μοχάρης, Σωσίας. |