[ ]
Phokis — Delphi — 192/191 BC
| 1 | στραταγέον[το]ς Φαινέα τὸ δεύτερον μηνὸς Δίου, ἐν Δελ- |
| φοῖς δὲ ἄρ[χ]οντος Κλευδάμου μηνὸς Ποιτροπίου, ἀπέδον- | |
| [τ]ο Τιμόλαος καὶ Ἄρμενος Αἰνέα Ἀμφισσεῖς τῶι Ἀπόλλωνι | |
| [τῶι] Πυθίων παιδάριον ὧι ὄνομα Σωτέλης, καθὼς αὐτὸς ἐπίστευσε | |
| 5 | [Σω]τέλη[ς τ]ῶι θεῶι τὰν ὠνάν, κυριεύων αὐτοσαυτοῦ, ποέων ὅ κα |
| θέληι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν. βεβαιωτῆρες· Ἀμύντας Τιμαγένε- | |
| ος, Εὐδαμίδας Λαάρχου Ἀμφισσεῖς. μάρτυροι· ὁ ἱερευς τοῦ Ἀπόλλωνος | |
| Ἄθαμβος· βούλων, Ἐτυμώνδας, Κλεύδαμος, Χαρίξενος Δελφοί, | |
| Διονύσιος, Σώπολις Αἴγιμος Πλυγονεῖς. |