[ ] Phokis — Delphi — 195 BC
1 στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον μηνὸς
Ἀγυείου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ὀρθαίου τοῦ Μαντία μηνὸς Ἡρακλείου,
ἐπὶ τοῖσδε ἀπέδοντο Διονύσιος, Σώπολις οἱ Ἀσανδρου Πλυ<γ>ο{οο}νεῖς {²⁶Πλυγονεῖς}²⁶
Ἁρμονίαν τὸ γένος Λακεδαιμονίαν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, ἀργυρίου
5 μνᾶν δέκα, καθὼς ἐπίστευσε Ἁρμονία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν
ἐλευθέραν εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον·
Μελάνθιος, Ἀγοραῖος Ὑπαταῖοι. μάρτυροι· Ξένων Βούλωνος, Ἄθαμβος
Ἀγάθωνος οἱ ἱερεῖς· Παρνάσσιος· Καλλίκων, Ὀρθαῖος, Δαμοχάρης
Δελφοί, Λέων Ἴσιος, Λεοντομένης Βούττιος.
Search Help
Contact Us