[ ] Phokis — Delphi — 187 BC
1 ἄρχο[ν]τος Κλεοδάμου τοῦ Πολυκλείτου μηνὸς Βυσί[ου] ἐπὶ τοῖσ-
δε ἀπ[έδ]οτο Αἰακίδας Φιλαιτώλου Δελφὸς τῶι Ἀπόλλωνι
τῶι Πυ[θ]ίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Πυῤῥίας τὸ γένος Λυ[δ]-
όν, τιμᾶς ἀργυρίου μ[ν]ᾶν τριῶν, καθὼς ἐπ[ί]στευσε Πυ[ῤ]-
5 ῥίας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν κ-
αὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, [π]οέων
ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης
Ὀρέστα, Πραξία[ς Ε]ὐδόκου Δελφοί. μάρτυρες· τοὶ
ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες
10 Ἧρυς Εὐδώρου, Ξενοκράτης Πραόχου· Ἁγί-
ων, Δίων, Φαῖνις.
Search Help
Contact Us