[ ]
Phokis — Delphi — 187 BC
| 1 | ἄρχο[ν]τος Κλεοδάμου τοῦ Πολυκλείτου μηνὸς Βυσί[ου] ἐπὶ τοῖσ- |
| δε ἀπ[έδ]οτο Αἰακίδας Φιλαιτώλου Δελφὸς τῶι Ἀπόλλωνι | |
| τῶι Πυ[θ]ίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Πυῤῥίας τὸ γένος Λυ[δ]- | |
| όν, τιμᾶς ἀργυρίου μ[ν]ᾶν τριῶν, καθὼς ἐπ[ί]στευσε Πυ[ῤ]- | |
| 5 | ῥίας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν κ- |
| αὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, [π]οέων | |
| ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης | |
| Ὀρέστα, Πραξία[ς Ε]ὐδόκου Δελφοί. μάρτυρες· τοὶ | |
| ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες | |
| 10 | Ἧρυς Εὐδώρου, Ξενοκράτης Πραόχου· Ἁγί- |
| ων, Δίων, Φαῖνις. |