[ ]
Phokis — Delphi — 187 BC
1 | ἄρχο[ν]τος Κλεοδάμου τοῦ Πολυκλείτου μηνὸς Βυσί[ου] ἐπὶ τοῖσ- |
δε ἀπ[έδ]οτο Αἰακίδας Φιλαιτώλου Δελφὸς τῶι Ἀπόλλωνι | |
τῶι Πυ[θ]ίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Πυῤῥίας τὸ γένος Λυ[δ]- | |
όν, τιμᾶς ἀργυρίου μ[ν]ᾶν τριῶν, καθὼς ἐπ[ί]στευσε Πυ[ῤ]- | |
5 | ῥίας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν κ- |
αὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, [π]οέων | |
ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης | |
Ὀρέστα, Πραξία[ς Ε]ὐδόκου Δελφοί. μάρτυρες· τοὶ | |
ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες | |
10 | Ἧρυς Εὐδώρου, Ξενοκράτης Πραόχου· Ἁγί- |
ων, Δίων, Φαῖνις. |