[ ] Phokis — Delphi — 193/192 BC
1 στραταγέοντος Δαμοκρίτου τὸ δεύτερον μηνὸς Δίου, ἐν Δελ-
φοῖς δὲ ἄρχοντος Ἐκεφύλου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Ἀριστόδαμος Τιμοδάμου Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
γυναικεῖον ἇι ὄνομα Γοργὼ καὶ τὸν υἱὸν αὐτᾶς Νικόβουλον, ἀργυρίου μνᾶν
5 ἕξ. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Νικόλαος Πολυξένου
Ἀμφισσεύς. παραμεινάτω δὲ Νικόβουλος πὰρ Ἀριστόδαμον ἔτεα δύο μετὰ
τὰν Πασίνου ἀρχάν· ἐπεὶ δέ κα παραμείνῃ Νικόβουλος τὸγ γεγραμμένον
χρόνον, ἐλεύθερος ἔστω καὶ ἀνέφαπτος τὸμ πάντα βίον κυριεύων αὐτοσαυ-
τοῦ καὶ ποιῶν ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. μάρτυρες·
10 τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος καὶ ὁ ἄρχων Ξένων Δαμο-
χάρεος {ς}· Ζηνέας, Ξένων Φιλοκράτεος Δελφοί, Φιλοκλῆς Ἐλατεύς,
Κλεόδαμος, Λυκίσκος Ἀμφισσεῖς, Μνασικράτης Οἰανθεύς. ἁ ὠνὰ
παρὰ Ξένωνα τὸν ἱερῆ.
Search Help
Contact Us