[ ]
Phokis — Delphi — 193/192 BC
| 1 | στραταγέοντος Δαμοκρίτου τὸ δεύτερον μηνὸς Δίου, ἐν Δελ- |
| φοῖς δὲ ἄρχοντος Ἐκεφύλου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
| Ἀριστόδαμος Τιμοδάμου Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| γυναικεῖον ἇι ὄνομα Γοργὼ καὶ τὸν υἱὸν αὐτᾶς Νικόβουλον, ἀργυρίου μνᾶν | |
| 5 | ἕξ. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Νικόλαος Πολυξένου |
| Ἀμφισσεύς. παραμεινάτω δὲ Νικόβουλος πὰρ Ἀριστόδαμον ἔτεα δύο μετὰ | |
| τὰν Πασίνου ἀρχάν· ἐπεὶ δέ κα παραμείνῃ Νικόβουλος τὸγ γεγραμμένον | |
| χρόνον, ἐλεύθερος ἔστω καὶ ἀνέφαπτος τὸμ πάντα βίον κυριεύων αὐτοσαυ- | |
| τοῦ καὶ ποιῶν ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. μάρτυρες· | |
| 10 | τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος καὶ ὁ ἄρχων Ξένων Δαμο- |
| χάρεος {ς}· Ζηνέας, Ξένων Φιλοκράτεος Δελφοί, Φιλοκλῆς Ἐλατεύς, | |
| Κλεόδαμος, Λυκίσκος Ἀμφισσεῖς, Μνασικράτης Οἰανθεύς. ἁ ὠνὰ | |
| παρὰ Ξένωνα τὸν ἱερῆ. |