[ ]
Phokis — Delphi — 193/192 BC
1 | στραταγέοντος Δαμοκρίτου τὸ δεύτερον μηνὸς Δίου, ἐν Δελ- |
φοῖς δὲ ἄρχοντος Ἐκεφύλου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
Ἀριστόδαμος Τιμοδάμου Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
γυναικεῖον ἇι ὄνομα Γοργὼ καὶ τὸν υἱὸν αὐτᾶς Νικόβουλον, ἀργυρίου μνᾶν | |
5 | ἕξ. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Νικόλαος Πολυξένου |
Ἀμφισσεύς. παραμεινάτω δὲ Νικόβουλος πὰρ Ἀριστόδαμον ἔτεα δύο μετὰ | |
τὰν Πασίνου ἀρχάν· ἐπεὶ δέ κα παραμείνῃ Νικόβουλος τὸγ γεγραμμένον | |
χρόνον, ἐλεύθερος ἔστω καὶ ἀνέφαπτος τὸμ πάντα βίον κυριεύων αὐτοσαυ- | |
τοῦ καὶ ποιῶν ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. μάρτυρες· | |
10 | τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος καὶ ὁ ἄρχων Ξένων Δαμο- |
χάρεος {ς}· Ζηνέας, Ξένων Φιλοκράτεος Δελφοί, Φιλοκλῆς Ἐλατεύς, | |
Κλεόδαμος, Λυκίσκος Ἀμφισσεῖς, Μνασικράτης Οἰανθεύς. ἁ ὠνὰ | |
παρὰ Ξένωνα τὸν ἱερῆ. |