[ ]
Phokis — Delphi — 189 BC
1 | ἄρχοντος Καλλικράτεος, βουλευόντων Γλαύκου τοῦ Ξένωνος, Δεξικράτεος τοῦ Μνασιθέου, Καλλία τοῦ Ἐμμενίδα, μηνὸς |
Ἀμα[λί]ου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἅρμιχον, Ἀρισταγόρα, Τελεσὼ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο, ἀνδρεῖον καὶ γυναικεῖον, | |
[οἷς ὀνόμ]ατα Σωσίας καὶ Πύῤῥισα, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν ἔχοντι, καθὼς ἐπίστευσαν Σωσίας καὶ Πύῤῥισα | |
[τῶι θεῶι] τὰν ὠναν, ἐφ’ ὧιτε αὐτοὺς ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα βίον καὶ ποιέοντας | |
5 | [ὅ κα θέλ]ωντι. βεβαιωτῆρες κατὰ τὸν νόμον τὸν τᾶς πόλιος· Ἁγίων Καλλικράτεος, Ἁβρόμαχος Εὐαγόρα. |
[μάρτυ]ρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ ἰδιῶται Δίων Κλέωνος, Δαμοχάρης Καλλείδα, Ἐπικράτης | |
[Ἀρ]ιστοτέλεος, Καλλίκων Εὐκράτεος, Σέλευκος, Μενεκράτης, Ἀγησίας. |