[ ]
Phokis — Delphi — 189 BC
| 1 | ἄρχοντος Καλλικράτεος, βουλευόντων Γλαύκου τοῦ Ξένωνος, Δεξικράτεος τοῦ Μνασιθέου, Καλλία τοῦ Ἐμμενίδα, μηνὸς |
| Ἀμα[λί]ου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἅρμιχον, Ἀρισταγόρα, Τελεσὼ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο, ἀνδρεῖον καὶ γυναικεῖον, | |
| [οἷς ὀνόμ]ατα Σωσίας καὶ Πύῤῥισα, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν ἔχοντι, καθὼς ἐπίστευσαν Σωσίας καὶ Πύῤῥισα | |
| [τῶι θεῶι] τὰν ὠναν, ἐφ’ ὧιτε αὐτοὺς ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα βίον καὶ ποιέοντας | |
| 5 | [ὅ κα θέλ]ωντι. βεβαιωτῆρες κατὰ τὸν νόμον τὸν τᾶς πόλιος· Ἁγίων Καλλικράτεος, Ἁβρόμαχος Εὐαγόρα. |
| [μάρτυ]ρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ ἰδιῶται Δίων Κλέωνος, Δαμοχάρης Καλλείδα, Ἐπικράτης | |
| [Ἀρ]ιστοτέλεος, Καλλίκων Εὐκράτεος, Σέλευκος, Μενεκράτης, Ἀγησίας. |