[ ] Phokis — Delphi — 190 BC
1 στραταγέοντος Νικάνδρου Τριχονίου μηνὸς Προκυκλίου, ἐν Δελ-
φοῖς δὲ ἄρχοντος Καλλικράτεος μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο
Κλεύμαχος Ἀμφισσεὺς Σωσίαν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, ἀργυρίου
μνᾶν τριῶν, καθὼς ἐπίστευσε Σωσίας τῶι Ἀπόλλωνι τὰν ὠνάν, ἐφ’ ὧι
5 αὐτὸν ἐλεύθερον εἶμεν, ποέοντα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν
νόμον· Ἀρίστων Χαιρεσιλάου Μυανεύς. τὰν τιμὰν ἔχει. μάρτυροι· Τήλων
Φιλοξένου, Κλέων Σωξένου, Ἀριστόμαχος Κλεαίου, Θηβαγόρας,
Δωρόθεος.
Search Help
Contact Us