[ ]
Phokis — Delphi — 193 BC
1 | ἄρχοντος Ἐκεφύλου μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πολύ- |
ων Νικάρχου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα ἀνδρεῖα | |
δύο οἷς ὀνόματα Σίμων, Ταυρίων, τιμᾶς ἀργυρίου μνᾶν ἕξ. βεβαι- | |
ωτὴρ κατὰ τὸν νόμον καὶ τὰν ὁμολογίαν· Μίκκων Ξενώνδα Δελφός. | |
5 | παραμενόντων δὲ Σίμων, Ταυρίων παρὰ Πολύωνα ἄχρι κα ζώηι |
Πολύων ποιέοντες τὸ ποτιτασσόμενον· εἰ δέ κα μὴ ποιέωντι τὸ ποτι- | |
τασσόμενον ἢ ἄλλο τι κακοποιέωντι, ἐξέστω κολάζειν ὥς κα αὐ- | |
τὸς θέληι Πολύων καὶ ὅν κα κελεύηι Πολύων. εἰ δέ τί κα πάθηι Πολύων, | |
τοῦ θεοῦ ἔστωσαν Σίμων, Ταυρίων ἐλεύθεροι ὄντες καὶ ἀνέφαπτοι | |
10 | τὸμ πάντα βίον, ποιέοντες ὅ κα θέλωντι, καθὼς ἐπίστευσαν τῶι |
θεῶι τὰν ὠνὰν Σίμων, Ταυρίων. βέβαιον δὲ παρεχόντω τῶι Ἀπόλλω- | |
νι τὰν ὠνάν, εἴ τίς κα ἐφάπτηται αὐτῶν, ὁ βεβαιωτὴρ Μίκκων καὶ ὁ ἐπί- | |
νομος τῶν Πολύωνος. κύριοι δὲ ἐόντων καὶ οἱ ἀντιτυγχάνοντες | |
συλέοντες ὡς ἐλευθέρων ὄντων, καθὼς ἐπίστευσαν τῶι | |
15 | Ἀπόλλωνι τὰν ὠνὰν Σίμων, Ταυρίων, ἀζάμιοι ὄντες καὶ ἀνυπόδι- |
κοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱ<ε>ρεῖς Ξένων, Ἄθαμβος | |
καὶ τοὶ ἄρχοντες Ξένων, Φιλαίτωλος, Ἀστύοχος καὶ ἰδιῶται | |
Δίων, Θρασυκλῆς, Ἀρχέλαος, Ἀρχιάδας, Δαμοχάρης, Ἀγάθων Δελφοί. |