[ ]
Phokis — Delphi — 183 BC
| 1 | ἄρχοντος Ἀρισταινέτου μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κλέα Φαίνιος |
| Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι π[α]ιδάριον ὧι ὄνομα Νίκων, τιμᾶς ἀργυρίου μνᾶν | |
| τεσσάρων, καθὼς ἐπίστευσε Νίκων τῶι θεῶι τὰν ωνάν, ἐφ’ ὧι ἐλεύθερος εἶμεν | |
| καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποέων ὅ κα θέληι. βεβαιωτῆρες | |
| 5 | κατὰ τὸν νόμον· Πεισίλας Νικοδάμου, Ἀγέας Ἀλεξάνδρου Δελφοί. μάρτυρες· |
| ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ξένων καὶ τοὶ ἄρχοντες Ἀρχέλαος, Πράξων, ἰδιῶται | |
| Δαμοχάρης, Εὐχαρίδας, Ἀνδρομένης. |