[ ] Phokis — Delphi — 182 BC
1 ἄρχοντος Ἀρισταινέτου μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀπέ-
δοτο Κλεώνυμος Ἐχεδάμου Ἐριναῖος τῶι Ἀπόλλωνι τῶι
Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ῥόδιον οἰκογενῆ, τιμᾶς
ἀργυρίου μνᾶν δύο· βεβαιωτὴρ κατὰ τὸν νόμον· Μικκύλος Νικο-
5 κράτεος Ἐριναῖος· ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Ῥόδιον, καθὼς ἐπί-
στευσε τῶι θεῶι τὰν ὠνάν. παραμεινάτω δὲ Ῥόδιον παρὰ Κλεώνυ-
μον ἄχρι κα ζώηι Κλεώνυμος· εἰ δέ κα μὴ παραμείνη Ῥόδιον, κύριος
ἔστω Κλεώνυμος ἐπιτιμέων τρόπωι ὧι κα θέληι. μάρτυρες·
τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες Εὐκράτης, Κλέων, ἰδιῶται
10 Εὐκλείδας, Δαμοχάρης, Καλλίκων, Δίων, Ἀρχέλαος.
Search Help
Contact Us