[ ]
Phokis — Delphi — 182 BC
1 | ἄρχοντος Ἀρισταινέτου μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀπέ- |
δοτο Κλεώνυμος Ἐχεδάμου Ἐριναῖος τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ῥόδιον οἰκογενῆ, τιμᾶς | |
ἀργυρίου μνᾶν δύο· βεβαιωτὴρ κατὰ τὸν νόμον· Μικκύλος Νικο- | |
5 | κράτεος Ἐριναῖος· ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Ῥόδιον, καθὼς ἐπί- |
στευσε τῶι θεῶι τὰν ὠνάν. παραμεινάτω δὲ Ῥόδιον παρὰ Κλεώνυ- | |
μον ἄχρι κα ζώηι Κλεώνυμος· εἰ δέ κα μὴ παραμείνη Ῥόδιον, κύριος | |
ἔστω Κλεώνυμος ἐπιτιμέων τρόπωι ὧι κα θέληι. μάρτυρες· | |
τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες Εὐκράτης, Κλέων, ἰδιῶται | |
10 | Εὐκλείδας, Δαμοχάρης, Καλλίκων, Δίων, Ἀρχέλαος. |