[ ]
Phokis — Delphi — 183 BC
1 | [ἄρ]χοντος Ἀρισταινέτου μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσ- |
[δε ἀ]πέδοντο Δικαία Ἀπολλοδώρου, Αἰτωλά, Ἀγησαρέτα | |
[Γεν]ναίου Δελφίδες τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
[ον ὧ]ι ὄνομα Δαμώ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς <ἐ>πίστευ- | |
5 | [σε] Δαμὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέ- |
[φ]απτος ἀπὸ πάντων τὸν πάντα βίον, ποέουσα ὅ κα θέληι | |
καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· | |
[Γ]ενναῖος Θαρσύα Δελφός. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω- | |
[ν]ος Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες Ἀμύντας, Ἀρχέλαος, | |
10 | [Πρ]άξων, ἰδιῶται Ἀρχιάδας, Δαμοχάρης, Σωτύλος, |
[․․․․(․)]κράτης. |